tag:blogger.com,1999:blog-5486315845168567075.post4691781221548020061..comments2024-03-26T12:21:21.369+02:00Comments on ΕΛΛΑΔΑ + ΟΡΘΟΔΟΞΙΑ: Πώς δικαιολογούνται οι πέντε άνδρες της Σαμαρείτιδας και ο έκτος που δεν ήταν άνδρας της;kmhttp://www.blogger.com/profile/17912152956345478226noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-5486315845168567075.post-55988742830254832572017-03-02T18:32:56.462+02:002017-03-02T18:32:56.462+02:00Τὴν Αἱμόρρουν μίμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησο...Τὴν Αἱμόρρουν μίμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς μαστίγων, ἀκούσῃς δὲ παρ' αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.
kmhttps://www.blogger.com/profile/17912152956345478226noreply@blogger.comtag:blogger.com,1999:blog-5486315845168567075.post-18531781197338727642017-03-02T18:29:20.700+02:002017-03-02T18:29:20.700+02:00από τον Μέγα Κανόνα...
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ ...από τον Μέγα Κανόνα...

Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.

Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.

Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

http://glt.goarch.org/texts/Tri/t17.htmlkmhttps://www.blogger.com/profile/17912152956345478226noreply@blogger.com