Σελίδες

Τετάρτη 14 Σεπτεμβρίου 2011

Οἱ κοσμοχαρμόσυνοι ΚΔ´ Οἶκοι εἰς τὴν νοητὴν κλίμακα



ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

 Ἀκολουθία αὕτη τελεῖται κατ᾿ ἔθος ἐπὶ τῇ ἑορτῇ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦἐντάσσεται δὲ εἴτε εἰς τήν ἀκολουθίαν τοῦ Μεγάλου Ἑσπερινοῦ τῆς Ἑορτῆςεἴτεσυνηθέστερα,εἰς τὸν τῆς κυρίας ἡμέρας αὐτῆςμετὰ τὸ Νῦν ἀπολύεις.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Οἱ Οἶκοι.
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ (ἐκ γ´)· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέοἰκουμένης φύλαξ·
     χαῖρε,  δόξα τῆς Ἐκκλησίας.
Χαῖρε πηγάζων ἀφθόνως ἰάματα·
     χαῖρε,  φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·
     χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρεὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
     χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρεκρατὴρ τοῦ νέκταρος ἔμπλεως·
     χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.
Χαῖρεδι᾿ οὗ εὐλογεῖται  κτίσις·
     χαῖρε, δι᾿ οὗ προσκυνεῖται  Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα  Ἑλένη ἑαυτὴν ἐν ἐφέσειφησὶ τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τὸ κράτιστόν σοιτρόπαιονὡς λέγειςκράζω· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον πρῴην  Βασίλισσα γνοῦσαἐβόησε πρὸς τοὺς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχεικαὶ δοῦναι τὸν Σταυρὸν σπεύσατεπρὸς ὃν ἰδοῦσα ἔφησενἐν φόβῳπλὴν κράζουσα οὕτω·
Χαῖρεχαρᾶς τῆς ὄντως σημεῖον·
     χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.
Χαῖρεθησαυρὸς ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·
     χαῖρε,  φανεὶς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρετετρακτινοπύρσευτε καὶ πυρίμορφε Σταυρέ·
     χαῖρε, κλῖμαξ ὑψοστήρικτε προοραθεῖσά ποτε.
Χαῖρετὸ τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
     χαῖρε, τὸ τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνὸν τοῦ Λόγου κειμήλιον·
     χαῖρε, πυρὸς τῆς πλάνης σβεστήριον.
Χαῖρε Σταυρέἀπορούντων προστάτα·
     χαῖρε, στεῤῥὲ εὐδρομούντων ἀλείπτα.
ΧαῖρεΞύλον μακάριον.

Δύναμις  τοῦ Ξύλουἐπιδέδεικται τότεπρὸς πίστωσιν ἀληθῆ τοῖς πᾶσι· καὶ τὴν ἄφωνόν τε καὶ νεκρὰν πρὸς ζωὴν ἀνέστησεφρικτὸν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίανἐντῷ μέλπειν οὕτως· Ἀλληλούϊα.

Ἔχουσα  Ἑλένητὸ ἀήττητον ὅπλονἀνέδραμε πρὸς τὸν ταύτης γόνον·  δέμέγα σκιρτήσας εὐθύςἐπιγνοὺς τὸν μέγιστον Σταυρόνἔχαιρεκαὶ ἅλμασιν ὡς ᾄσμασινἐβόα πρὸςαὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέτοῦ φωτὸς δοχεῖον·
     χαῖρε, Σταυρέτῆς ζωῆς ταμεῖον.
Χαῖρε δοτὴρ χαρισμάτων τοῦ Πνεύματος·
     χαῖρε,  λιμὴν ποντοπόρων ἀχείμαστος.
Χαῖρετράπεζα βαστάζουσα ὥσπερ θῦμα τὸν Χριστόν·
     χαῖρε, κλῆμαβότρυν πέπειρονφέρον οἶνον μυστικόν.
Χαῖρεὅτι τὰ σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
     χαῖρε, ὅτι τὰς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρελαμπρὸν τῆς πίστεως γνώρισμα·
     χαῖρε, παντὸς τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐλογία·
     χαῖρε, θνητῶν πρὸς Θεὸν μεσιτεία.
Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον Ἑλένη λαβοῦσαἐζήτησε καὶ εὗρε σπουδαίωςτὸν ἐν γῇ κρυπτόμενον Σταυρόνκαὶ δεικνύμενον ἐν οὐρανῷ Ἄνακτιὃν ὕψωσε· καὶ βλέπων τὸ πολίτευμαἐνπίστει ἔφη· Ἀλληλούϊα.

Καὶ εὐθὺς ψάλλομεν τὸν παρόντα Κανόνα τοῦ ζωηφόρου Σταυροῦ [Ποίημα Κωνσταντίνου Δαπόντε], οὗ ἡ ἀκροστιχίς· Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῳ. Ἰησοῦς.

ᾨδὴ α´. Ὁ Εἱρμός. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῷ ζωηφόρῳ Σταυρῷ, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, τούτου τὰ θαύματα.
Τροπάρια.
Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Χριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρὲ ανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι· Χαῖρε Χριστοῦ ἡ δόξα, δι᾿ οὗ δόξαν ἅπαντες προσενεδύθημεν.
Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἀήττητος δύναμις, χαῖρε Σταυρὲ τρισμακάριστε, πιστῶν δεομένων σου· χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τὰ κέρατα δαιμόνων· χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.
Δόξα.
Ῥάβδος ἡ βλαστήσασα, χαῖρε Χριστὸν τὸν ζωήῤῥυτον, καρπὸν ἐξ οὗ τρώγοντες, ζωὴν καρπούμεθα· χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ᾿ οὗ σαλευθήσονται γῆ καὶ οὐράνια.
Καὶ νῦν.
Ἀγγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τὸ διάσωσμα, δαιμόνων πολύστονον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρὲ ἡ σωτηρία, καταπονουμένων τε, καὶ ἡ ἀντίληψις.

ᾨδὴ γ´. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Ζωοδότα, ἰάσεων, ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τροπάρια.
Σταυρὲ ἡ ἀρχὴ τῆς σωτηρίας, Σταυρὲ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καὶ φύλαττε, τοὺς καυχωμένους τῷ κράτει σου.

Διώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ· ὅθεν βοῶμεν χαῖρέ σοι· Χαῖρε δι᾿ οὗ ἡνώθησαν, ἡ γῆ καὶ τὰ οὐράνια, καὶ ἐθεώθη ὁ ἄνθρωπος.

Ὁδὸς πρὸς μονὰς τὰς οὐρανίους ἀπάγουσαχαῖρε τὸ λαμπρόντοῦ Ἰησοῦ μου τρόπαιον· χαῖρε ἀνάκτων στέφανοςχαῖρε σωτὴρ παγκόσμιοςχαῖρε  ῥάβδος εὐθύτητος.

Χαῖρεσὺ  ῥάβδος βασιλείαςδυνάμεως· χαῖρε τοῦ Χριστοῦ ῥάβδος ἣν ἀπέστειλεν ἐκ τῆς Σιὼν  Κύριος· χαῖρε φυτὸν ἀθάνατονὑφ᾿ οὗπερ σκέπονται ἅπαντες.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα ἑτέρους ἕξ Οἴκους (Η‐Μ).
Ἡλιόμορφος ὤφθη ὁ Σταυρὸς ἐν τῷ κόσμῳ, καὶ πάντες φωτισμοῦ ἐμπλησθέντες καὶ δραμόντες ὡς πρὸς ἀστέρα θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον ἐν ταῖς χερσὶ ταῖς θείαις ὑψωθέντα· ὃν ὑμνοῦντες εἶπον·
Χαῖρεαὐγὴ νοητοῦ Ἡλίου·
     χαῖρε, πηγὴ ἀκενώτου μύρου.
Χαῖρετοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἀνάκλησις·
     χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου  νέκρωσις.
Χαῖρεὅτι ἀνυψούμενος συνανυψοῖς νῦν ἡμᾶς·
     χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τὰς ψυχάς.
Χαῖρετῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
     χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
     χαῖρε, πιστῶν ἀνθρώπων  ἔπαινος.
Χαῖρεδι᾿ οὗ κατεβλήθη  ᾅδης·
     χαῖρε, δι᾿ οὗ ἀνατέταλκε χάρις·
ΧαῖρεΞύλον μακάριον.

Θεοβράβευτον Ξύλονθεωρήσαντες πάντεςτῇ τούτου νῦν προσέλθωμεν σκέπῃ· καὶ ὡς ὅπλον κρατοῦντες αὐτόδι᾿ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγαςκαὶ ψαύοντες τὸνἄψαυστοντοῖς χείλεσιν αὐτῷ βοῶμεν· Ἀλληλούϊα.

Ἴδε φῶς οὐρανόθενΚωνσταντῖνος  μέγαςδεικνύμενον Σταυροῦ τὸ σημεῖονδι᾿ ἀστέρωνἐν  καὶ νικᾶν πολεμίων πληθύνἔσπευσε τὸ Ξύλον φανερῶσαικαὶ βοῆσαι πρὸς αὐτὸτοιαῦτα·
Χαῖρεβουλῆς τῆς ἀῤῥήτου πέρας·
     χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρεπολεμίων  τρέπων τὰς φάλαγγας·
     χαῖρε, φλὸξ καθάπερ φλέγων τοὺς δαίμονας.
Χαῖρεσκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
     χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε τῶν βαρβάρων τὴν ὀφρὺν καταβάλλων·
     χαῖρε,  τῶν ἀνθρώπων τὰς ψυχὰς περιέπων.
Χαῖρεκακῶν πολλῶν ἀμυντήριον·
     χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρεδι᾿ οὗ Χριστοφόροι σκιρτῶσι·
     χαῖρε, δι᾿ οὗ Ἰουδαῖοι θρηνοῦσι.
ΧαῖρεΞύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης Σταυρὸς τοῦ Κυρίου ἐγένετο· τοὺς πάντας ἀνάγωνἀπὸ γῆς πρὸς ὕψος οὐρανοῦτοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτεἀφέντας τὰ νῦν ὄντα ὡς μὴὄντακαὶ εἰδότας ψάλλειν· Ἀλληλούϊα.

Λάμψας φῶς ἐπὶ πᾶσιν, ὁ Σωτὴρ τοῖς ἐν ᾅδῃ ἐφώτισας τοὺς κάτω κειμένους· πυλωροὶ δὲ ᾅδου τὴν αὐγὴν μὴ ἐνέγκαντές σου, ὡς νεκροὶ πεπτώκασιν· οἱ τούτων δὲ ῥυσθέντες νῦν ὁρῶντες τὸν Σταυρὸν βοῶσι·
Χαῖρεἀνάστασις τεθνεώτων·
     χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρετῶν ταμείων τοῦ ᾅδου  κένωσις·
     χαῖρε, Παραδείσου τρυφῆς  ἀπόλαυσις.
Χαῖρεῥάβδος  ποντίσασα τὸν Αἰγύπτιον στρατόν·
     χαῖρε, αὖθις ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρεἔμψυχον Ξύλοντοῦ Λῃστοῦ σωτηρία·
     χαῖρε, εὔοσμον ῥόδονεὐσεβῶν εὐωδία.
Χαῖρετροφ πεινώντων ἐν πνεύματι·
     χαῖρε, σφραγίςἣν ἔλαβον ἄνθρωποι.
Χαῖρε Σταυρέμυστηρίων  θύρα·
     χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.
ΧαῖρεΞύλον μακάριον.

Μέλλοντος Μωϋσέωςτὸ πολύμοχθον γένοςλυτρώσασθαι ἐκ τοῦ λυμεῶνοςἐπεδόθης ὡς ῥάβδος αὐτῷἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεοῦ σύμβολον· διόπερ κατεπλάγη σουΣταυρέτὴν δυναστείαν κράζων· Ἀλληλούϊα.

ᾨδὴ δ´. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος· ἐν Σταυροῦ τῷ ξύλῳ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Τροπάρια.
Εὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ· καὶ ὑψοῦμεν τὸν ὑψώσαντα, τὴν πεσοῦσαν φύσιν παραβάσει Προπάτορος.

Ἰορδάνης μαρτυρεῖ σουτὴν φρικτὴν θείαν δύναμινΣταυρὲ τοῦ Κυρίουἀναχαιτισθεὶς ὑπὲρ λόγον τεκαὶ τόπον δοὺς Πατριάρχῃ διαβαίνοντικαὶ ἀνάξας τῷ Ἐλισσαιὲ τὸ σιδήριον.

Ὄφεις χαῖρε  κτιννύωνἐν ἐρήμῳ βλεπόμενος· χαῖρε φῶς Κυρίουτὸ φωτίζον πάντα τὰ πέρατα· χαῖρε  σκόλοψ βαρβάρων κατάλυσιςτῶν ξοάνων τεκαὶ Ἰουδαίων ἀπώλεια.

Νῆσοιἤπειρος  πᾶσασῷ τιμίῳ κλεΐζονταικλέος οἰκουμένηςΣταυρὲ ζωηφόρε ὀνόματι· ὕψωσον κέρας ἁπάντωνχριστωνύμων τεκαὶ κατάβαλε τῶν ἐναντίων τὸ φρύαγμα.

Σο βοῶμεν ὡς ἐμψύχῳ· Χαῖρε Ξύλον τρισόλβιον· χαῖρε ζωῆς Ξύλον· χαῖρε προσκυνούμενον πάντοτεὑπὸ Ἀγγέλωνἀνθρώπων· χαῖρε καύχημαοὐρανοῦ καὶ γῆςσῶσον ἡμᾶς τῇδυνάμει σου.

ᾨδὴ ε´. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τὸν ἐπὶ πάντων Θεόν, καὶ ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν δωρούμενος.
Τροπάρια.
Ὅπλον θεοχάλκευτον, ὁ θυρεὸς τῆς πίστεως, κράτος τὸ ἀκράδαντον ἐν μάχαις, Σταυρὲ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν·      χαῖρε, δι᾿ ἧς, Ἄγαρ κατασφάττεται, καὶ ἐγείρονται τρόπαια.

Ἰσχὺς καὶ ὀχύρωμαἀνθρώπων Σταυρὲ τίμιεκλῖμαξ τὸν Θεὸν ἐστηριγμένονἐπὶ σὲ ἔχουσαχαῖρε τὸ κήρυγμαπάντων Προφητῶν· χαῖρε δι᾿ οὗ  κόσμος ἡγίασταικαὶ Σατὰνκαταβέβληται.

Πάθος τὸ κεφάλαιονπαθῶν Κυρίου ἔνδοξεχαῖρε τοῦ παθόντος ἑκουσίωςἐξ οὗ τὸ θεῖον πόμα ἀνέβλυσεπᾶσι τὸ πανάχραντον αὐτοῦ Αἷμακαὶ ἐπίομενἐκτακέντες οἱ ἄνθρωποι.

Ῥείθροις θείου Αἵματοςἐπαρδευθεὶς πανάγιε Σταυρέθεοτίμητε τοὺς πίστεισῶζε κινδύνωνκαὶ τοῦ λοιμοῦ καὶ λιμοῦβοῶντάς σοι· χαῖρε  πηγήἄρδουσα τὰ σύμπαντατὰσωτήρια νάματα.

Εὐλόγησον Κύριετοῦ σοῦ Σταυροῦ τῇ χάριτιτὸν ἐνιαυτὸν χρηστότητός σουτοὺς ἱερέαςτοὺς βασιλεῖςτὸν στρατόνπάντα περιούσιον λαόνπιστῶς προσκυνοῦντάς σουτὸνΣταυρὸν τὸν φωτόμορφον.

ᾨδὴ ς´. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τὰς χεῖρας κροτήσωμεν, τὸν ἐπ᾿ αὐτῷ τεθέντα Θεὸν δοξάζοντες.
Τροπάρια.
Πᾶσα ἡ γῆ προσκυνοῦμέν σε, καὶ ψάλλομεν τῷ θείῳ ὀνόματι, σοῦ Σταυρὲ ὕψιστε, σεπτῷ Ἀγγέλοις ὑπάρχοντι, καὶ φοβερῷ καὐτοῖς τοῖς δαιμόνων ἄρχουσι.

Ἑλένη γῆθεν τὸ λάβαρονἐκλάμψαν βασιλείας τοὐπίσημονχριστιανῶν ἡμῶνγνοῦσα τό· χαῖρέ σοι ἔκραζεχαῖρε ἡμῶν  δόξα καὶ τὸ κραταίωμα.

Ἰδοὺ καὐτοί σοι κραυγάζομεν· χαῖρε Σταυρὲ Κυρίου πανένδοξε· χαῖρε ἐλπὶς ἡμῶν· χαῖρε ὑψῶν ἡμᾶς ἅπανταςτῇ παγκοσμίῳ ἤδη θείᾳ ὑψώσει σου.

Χαρᾶς αἰτίου ὑπάρξαντοςπιστοὶ νῦν τῇ δυνάμει σου χαίρομενκαὶ προσκυνοῦμέν σε· χαῖρε λαμπτὴρ παμφαέστατε· χαῖρε νηπίων φύλαξ καὶ πολυΰμνητε.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα ἑτέρους ἕξ Οἴκους (Ν‐Σ).
Νόμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δοὺς πάλαι, Σταυρῷ ἐθελοντὶ προσηλοῦται, ὑπὲρ ἀνόμων ἀνόμως ἀνδρῶν, καὶ κατάραν νόμου παλαιὰν ἔλυσεν, ἵνα Σταυροῦ τὴν δύναμιν ὁρῶντες, ἅπαντες νῦν, βοῶμεν·
Χαῖρεἀνόρθωσις πεπτωκότων·
     χαῖρε, κατάπτωσις κοσμολάτρων.
ΧαῖρεἈναστάσεως Χριστοῦ τὸ ἐγκαίνισμα·
     χαῖρε, μοναζόντων τὸ θεῖον ἐντρύφημα.
Χαῖρεδένδρον εὐσκιόφυλλονὑφ᾿ οὗ σκέπονται πιστοί·
     χαῖρε, ξύλον προφητόφθεγκτονπεφυτευμένον ἐν γῇ.
Χαῖρετῆς βασιλείας κατ᾿ ἐχθρῶν συμμαχία·
     χαῖρε, τῆς πολιτείας κραταιὰ προστασία.
ΧαῖρεΚριτοῦ δικαίου φανέρωσις·
     χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε Σταυρέὀρφανῶν ἀντιλῆπτορ·
     χαῖρε, Σταυρέπλουτιστὰ τῶν πενήτων.
Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντεςξένον βίον βιῶμεντὸν νοῦν εἰς οὐρανὸν ἀνυψοῦντες· διὰ τοῦτο γὰρ ἐν τῷ Σταυρῷ  Χριστὸς ἐπάγηκαὶ σαρκὶ πέπονθεβουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

Ὅλος ἦλθεν ἐξ ὕψουςτὴν θεότητα ἔχων μόνος προαιώνιος Λόγος· καὶ τεχθεὶς ἐκ Παρθένου Μητρόςκαὶ φανεὶς τῷ κόσμῳ ταπεινὸς ἄνθρωποςΣταυρὸν καταδεξάμενος,ἐζώωσε τοὺς αὐτῷ βοῶντας·
Χαῖρε Σταυρέτῆς εἰρήνης ὅπλον·
     χαῖρε, βαλβὶς τῶν ὁδοιπορούντων.
Χαῖρεσωζομένων σοφία καὶ στήριγμα·
     χαῖρε, ἀπολλυμένων μωρία καὶ σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον, καὶ ζωηφόρον φυτόν·
     χαῖρε, ἄνθοςὅπερ ἤνθησε τὴν σωτηρίαν ἡμῶν.
Χαῖρεὅτι συνάπτεις τὰ ἐν γῇ σὺν τοῖς ἄνω·
     χαῖρε, ὅτι φωτίζεις τὰς καρδίας τῶν κάτω.
Χαῖρεδι᾿ οὗ φθορὰ ἐξωστράκισται·
     χαῖρε, δι᾿ οὗ  λύπη ἠφάνισται.
Χαῖρεκαλῶν μυριάριθμος ὄλβος·
     χαῖρε, πιστῶν μυριώνυμον εὖχος.
 ΧαῖρεΞύλον μακάριον.

Πέπτωκε τῶν δαιμόνων παμβέβηλος φάλαγξκαὶ γένος τῶν Ἑβραίων ᾐσχύνθηπροσκυνούμενον τὸν Σταυρὸν παρὰ πάντωνμετὰ πόθου βλέποντεςἀεὶ δὲ ἀναβλύζοντα ἰάματατοῖς ἐκβοῶσιν· Ἀλληλούϊα.

Ῥεύματα συνεστάληλογισμῶν κακοδόξωνπαγέντος σου Χριστὲ ἐπὶ ξύλου· ἀποροῦσι γὰρ ὄντως τόΠῶς καὶ Σταυρὸν ὑπέστηςκαὶ φθορὰν πέφευγας· ἡμεῖς δὲ τὴν Ἀνάστασινδοξάζοντες ἀναβοῶμεν·
Χαῖρεσοφίας Θεοῦ τὸ ὕψος·
     χαῖρε, προνοίας αὐτοῦ τὸ βάθος.
Χαῖρεμωρολόγων ἀλόγων  ἄγνοια·
     χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρεὅτι τὴν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
     χαῖρε, ὅτι τὰ παθήματα ἀνακαινίζεις αὐτοῦ.
Χαῖρετῶν πρωτοπλάστων τὴν παράβασιν λύσας·
     χαῖρε, τοῦ Παραδείσου τὰς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέτοῖς πᾶσι σεβάσμιε·
     χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέἰατρὲ τῶν νοσούντων·
     χαῖρε, ἀεὶ βοηθὲ τῶν βοώντων·
ΧαῖρεΞύλον μακάριον.

Σῶσαι θέλων τὸν κόσμον τοῦ κόσμου κοσμήτωρκατῆλθε πρὸς αὐτὸν ἀποῤῥήτως· καὶ Σταυρὸν ὑπέστηΘεὸς ὤνδι᾿ ἡμᾶςτὰ πάντα καθ᾿ ἡμᾶς δέχεται· διὸ καὶ λυτρωσάμενοςἡμᾶςἀκούει παρὰ πάντων· Ἀλληλούϊα.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τροπάρια.
Ἀναφέρουσα, ἐκ γῆς πρὸς τὰ οὐράνια, χαῖρε ἡ γέφυρα· χαῖρε σημεῖον ἐν ᾧ φλογίνη ῥομφαία μὲν ὑποκεχώρηκε. Λῃστὴς ἦλθε δέ, χαίρων εἰς τὸν Παράδεισον. Ἀνυμνῶ τὴν δύναμίν σου.

Ἱερέων εὐπρέπεια ζωήῤῥυτεχαῖρε θεμέλιον τῆς Ἐκκλησίας ἡμῶνγαλήνη τοῦ σύμπαντος· χαῖρε ἀνάκλησιςμετανοίας τε καὶ παρθενίας τήρησις· χαῖρε ξύλον ἀφθαρσίας.

Ῥόδον εὔοσμονἄνθος χαῖρε ἀμάραντονῥάβδος βλαστήσασα τὴν σωτηρίαν ἡμῶν· Ζωῆς χαῖρε τράπεζαπαρατιθέμενονἄρτον ἔχουσα· χαῖρε τροφὴ πεινώντων τε καὶ λιμὴνχειμαζομένων.

Εὐφημεῖ σεμακαρίζοντα τὰ πέρατακαὶ ἀνακράζει σοι· Χαῖρε τὸ ἅρμα Θεοῦ ἐν  περιέδραμεν ἀγαλλιώμενοςὥσπερ γίγας τιςτὸν οὐρανόντὴν ἄβυσσονἕως ἄκρων οὐρανίων.

Ἱλαστήριονἁπάντων χαῖρε τίμιε· χαῖρε  σύστασιςπαντὸς τοῦ κόσμου Σταυρέδι᾿ οὗ ὑψουμένου τε συνανυψούμεθακαὶ διάβολοςπίπτει εἰς ᾅδου πέταυροντὸ αὐτῷἡτοιμασμένον.

ᾨδὴ η´. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ ἀβύσσῳ ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τροπάρια.
Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεοῤῥύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἡμᾶς προθύμως κράζοντες καὶ πίστει ψάλλοντες· Τὸν τίμιον ὑμνοῦμεν Κυρίου, καὶ ὑπερυψοῦμεν Σταυρὸν εἰς τοὺς αἰῶνας.

Μέσον οὐρανοῦ καὶ γῆς ἱδρύθηςὡς κλῖμαξ Σταυρὲ Κυρίου ὡραιότατεἵνα ἀνατρέχωμεν πρὸς τὰ ἐπουράνιαδιὰ τῆς σῆς οἱ ἄνθρωποι ἀνόδουψάλλοντες· Τὸν τίμιον Σταυρὸνἀνυμνοῦμενκαὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 τόπος Κυρίουοὗ οἱ πόδεςοἱ ἅγιοι σοὶ πρὸς σωτηρίαν ἔστησαν· ὅθεν προσκυνοῦμέν σεΣταυρὲ ἡλιόμορφετῶν ἀσκητῶν ἐντρύφηματοῦ Παντοκράτορος ἔκλαμπρος σημαίατῆς νίκηςκατὰ τοῦ Βελίαρ θεοδόχος κλίνη.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· θανάτου καὶ γὰρ τὸν νεκρωτὴν ἐβάστασας· τυφλοὶ ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν ταμειοῦχε, Σταυρὲ τοῦ Σωτῆρος, ἡ κλεὶς τοῦ Παραδείσου.
Καὶ νῦν
Ὤφθης Κωνσταντίνῳ τῷ μεγάλῳ, τῷ κράτορι εὐσεβείας, ὦ πανσέβαστε, Σταυρὲ θεοδώρητε, καὶ πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων· ὅθεν σε τὸν Κύριον ὑμνοῦμεν τὸν δόντα, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Τροπάρια.
Ἴθυνον ἡμῶν, Σταυρὲ παμμακάριστε τῶν προσκυνούντων σε, πρὸς τὰς ἐντολὰς Χριστοῦ, τὴν ζωήν, ἵνα σοι Χαῖρε κράζωμεν· χαῖρε κατάρας λύτρωσις, ὡς τανυσθέντος σοι, τοῦ Κυρίου, καὶ κατάραν λύσαντος, εὐλογίαν ἡμῖν ἀντεισάξαντος.

Ἤρθη ἐπὶ γῆςἁπάσης  δόξα σουΣταυρὲ καὶ ἔπλησεκαὶ τὰ ἐπουράνια· διό σοιΧαῖρε ἀεὶ κραυγάζομεν· χαῖρε δι᾿· οὗ ἐσώθημεντὰ ἔθνη ἅπανταπροσκυνοῦντεςΤριάδαἀχώριστοντὸν ΠατέραΥἱὸν σὺν τῷ Πνεύματι.

Σ εἶ  Σταυρόςδι᾿ οὗ πάλαι ἔσχισεΜωσῆς τὴν θάλασσαν· σὺ εἶ  ἐκφυήσασαἈαρωνῖτις ῥάβδος τὰ κάρυα· σὺ τὸ γλυκάναν ξύλον Μεῤῥᾶς τὰ νάματα· σοὶ βοῶμεν· Χαίροιςπροφητόφθεγκτεαὐτουργὲ τεραστίων ἑκάστοτε.

Ὅλης ἐκ ψυχῆςτὸ Χαῖρε σοι κράζομενΣταυρὲ πανάγιεκαὶ κατασφραγίζομεναὐτούςκαὶ πόλεις πλοῖά τεκαὶ ἱεράκαὶ ἅπαντα τά ἐγχειρήματασοῦ τὸ θεῖονὄνομα χαράττοντες,πεποιθότες ἐν σοὶ καὶ τροπούμενοι.

Ὕψωσον Χριστέἡμῶν λατρευόντων σοικαὶ προσκυνούντων σουτὸν ζωοποιὸν Σταυρόνκαὶ τὰ φρικτά σουθεῖα παθήματατὴν πολιτείαν· θραῦσον δέτοὺς ἀντιλέγονταςἵναγνῶσιπάντες τὴν ἀήττητοντοῦ τιμίου Σταυροῦ σου τὴν δύναμιν.

Σῶσόν με Μητρόςτῇ χάριτι δέομαι τῆς παναχράντου σουκαὶ ζωοποιοῦ Σταυροῦθείᾳ δυνάμειὃν καὶ ὑπέμεινας Ἰησοῦ μακρόθυμεκαὶ πολυέλεεἵνα σώσῃςῥεῦσαν τὸ εἰκόνασήνκαὶ ὁμοίωσιν φέρον πλαστούργημα.

Καὶ τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα τοὺς λοιποὺς ἕξ Οἴκους (Τ‐Ω).
Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρὲ ζωηφόρε, ἀπόρθητον καὶ θεῖον νοοῦμεν· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατασκευάσας σε Ποιητὴς τάνυσι τὰς χεῖρας, ξένον ἄκουσμα· καὶ ἅπαντας ἐκφωνεῖν διδάσκει·
Χαῖρε βάσις τῆς εὐσεβείας·
     χαῖρε, τὸ νῖκος τῆς κληρουχίας.
ΧαῖρεἈμαλὴκ νοητὸν  τροπούμενος·
     χαῖρε, Ἰακὼβ ταῖς χερσὶ προτυπούμενος.
Χαῖρεσὺ γὰρ ἀνεμόρφωσας τὰς παλαιτάτας σκιάς·
     χαῖρε, σὺ γὰρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τὸν Σωτῆρα τῶν ἁπάντων βαστάσας·
     χαῖρε,  τὸν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρεδι᾿ οὗ Ἀγγέλοις ἡνώθημεν·
     χαῖρε, δι᾿ οὗ φωτὶ κατηυγάσθημεν.
Χαῖρεσὲ γὰρ προσκυνοῦμεν τιμῶντες·
     χαῖρε, σοὶ γὰρ προσφωνοῦμενβοῶντες·
ΧαῖρεΞύλον μακάριον.

Ὕμνος ἅπας μειοῦταισυνακολουθεῖν θέλωντῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· ἐγκωμίων πληθὺν καὶ γὰρ ἂν προσάξωμέν σοι Σταυρὲ τίμιεοὐδὲν τελοῦμεν ἄξιονὧνδέδωκας ἡμῖν· ἀλλ᾿ οὖν βοῶμεν· Ἀλληλούϊα.

Φωτοπάροχον αἴγληντοῖς ἐν σκότει δωρεῖταιΣταυρὸς  ζωοδώρητος οὗτος· τὸ γὰρ ἄϋλον δέδεκται φῶςκαὶ πρὸς γνῶσιν θείαν δαδουχεῖ ἅπαντας· ὑψοῖ δὲ νῦν ὑψούμενος τὸνοῦν ἡμῶνἀναμέλπειν ταῦτα·
Χαῖρεφωστήρτοῖς ἐν σκότει φαίνων·
     χαῖρε, ἀστήρτὸν κόσμον αὐγάζων.
Χαῖρεἀστραπήχριστοκτόνους ἀμβλύνουσα·
     χαῖρε,  βροντήτοὺς ἀπίστους ἐκπλήττουσα.
Χαῖρεὅτι κατελάμπρυναςὈρθοδόξων τοὺς χορούς·
     χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς.
Χαῖρεοὗπερ  τύπος οὐρανόθεν ἐφάνη·
     χαῖρε, οὗπερ  χάρις πονηρίας ἐλαύνει.
Χαῖρεσαρκὸς σημαίνων τὴν νέκρωσιν·
     χαῖρε, παθῶν  κτείνων ἐπέγερσιν.
Χαῖρεἐν   Χριστὸς ἐσταυρώθη·
     χαῖρε, δι᾿· οὗ πᾶς  κόσμος ἐσώθη.
ΧαῖρεΞύλον μακάριον.

Χάριν δοῦναι θελήσας Χριστὸς τοῖς ἀνθρώποιςτὰς χεῖρας ἐπὶ ξύλου ἐκτείνεικαὶ τὰ ἔθνη πάντα συγκαλεῖκαὶ βασιλείαν πᾶσιν οὐρανῶν δίδωσιτοῖς μέλπουσι τὸν ὕμνονἐπαξίωςκαὶ πιστῶς βοῶσιν· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνονεὐφημοῦμεν ἐκ πόθουὡς ἔμψυχον Κυρίου σε Ξύλον· ἐπὶ σοὶ γὰρ παγεὶς ἐν σαρκί δεσπόζων τῶν δυνάμεωνἡγίασενἐδόξασενἐδίδαξε βοᾶν σοιταῦτα·
ΧαῖρεΣταυρένοητὴ ῥομφαία·
     χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
ΧαῖρεΠροφητῶν καὶ Δικαίων προκήρυγμα·
     χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρεκάλλος καὶ διάδημα βασιλέων εὐσεβῶν·
     χαῖρε, κράτος καὶ ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρετῆς ἀληθείας εὐκλεέστατος κόσμος·
     χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρεφαιδρὸν ἁπάντων ἀγλάϊσμα·
     χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.
Χαῖρεφωτὸς ἀκηράτου λυχνία·
     χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
ΧαῖρεΞύλον μακάριον.

 πανύμνητον Ξύλοντὸ βαστάσαν τὸν πάντων Ἁγίωνἁγιώτατον Λόγον (ἐκ γ´)· δεδεγμένον ἡμῶν τὰς λιτάςἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπανταςκαὶ αἰωνίου λύτρωσαικολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Κα πάλιν τὸν πρῶτον Οἶκον.
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέοἰκουμένης φύλαξ·
     χαῖρε,  δόξα τῆς Ἐκκλησίας.
Χαῖρε πηγάζων ἀφθόνως ἰάματα·
     χαῖρε,  φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρεξύλον ζωομύριστονκαὶ θαυμάτων θησαυρέ·
     χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρεὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
     χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρεκρατὴρ το νέκταρος ἔμπλεως·
     χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.
Χαῖρεδι᾿ οὗ εὐλογεῖται  κτίσις·
     χαῖρε, δι᾿ οὗ προσκυνεῖται  Κτίστης.
ΧαῖρεΞύλον μακάριον.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα λέγεται τὸ Τρισάγιον καὶ τό·
Ἀπολυτίκιον. Ἦχος α´.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.


πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου