Σελίδες

Πέμπτη 31 Μαρτίου 2016

Προσευχή προς την Παναγία (Αγίου Γρηγορίου του Παλαμά)

Υπεράγαθε Δέσποινα Θεοτόκε,

επάκουσον της οικτράς μου δεήσεως
και μη καταισχύνης με από της προσδοκίας μου,
η μετά Θεόν ελπίς πάντων των περάτων της γης.
Τον βρασμόν της σαρκός μου κατάσβεσον.
Τον εν τη ψυχή μου αγριότατον κλύδωνα κατεύνασον.
Τον πικρόν θυμόν καταπράϋνον.
Τον τύφον και την αλαζονείαν της ματαίας οιήσεως
εκ του νοός μου αφάνισον.
Τας νυκτερινάς φαντασίας των πονηρών πνευμάτων και τας μεθημερινάς των ακαθάρτων εννοιών προσβολάς
εκ της καρδίας μου μείωσον.
Παίδευσόν με την γλώσσαν λαλείν τα συμφέροντα.
Δίδαξον τους οφθαλμούς μου
βλέπειν ορθώς της αρετής την ευθύτητα.
Τους πόδας μου τρέχειν ανυποσκελίστως
ποίησον την μακαρίαν οδόν των του Θεού εντολών.
Τας χείρας μου αγιασθήναι παρασκεύασον ,
ίνα αξίως αίρω αυτάς προς τον Ύψιστον.
Κάθαρόν μου το στόμα,
ίνα μετά παρρησίας επικαλείται Πατέρα
τον φοβερόν Θεόν και πανάγιον.
Άνοιξόν μου τα ώτα, ίνα ακούω αισθητώς και νοητώς
τα υπέρ μέλι και κηρίον γλυκύτερα των αγίων Γραφών λόγια ,
και βιώ κατ ‘ αυτά από σου κραταιούμενος.
Δια γαρ σου , πανύμνητε και υπεράγαθε Δέσποινα,
περισώζεται πάσα βροτεία φύσις αινούσα και ευλογούσα

Πατέρα, Υιόν και Άγιον Πνεύμα,
την παναγίαν Τριάδα και ομοούσιον,
πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.

---

από ευχές προηγιασμένης

...Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Σοφία.


Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας, καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε, τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νέκρωση μελών αμαρτίας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου