Σελίδες

Παρασκευή 29 Δεκεμβρίου 2017

ευχή εἰς νέον ἐνιαυτὸν ...


Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδαγώγησον· τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

---

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου