Σελίδες

Παρασκευή 13 Απριλίου 2018

Προσευχὴ ὑπὲρ τῆς Ἐκκλησίας καὶ τῶν Κληρικῶν

Ὑπὸ τοῦ μακαριστοῦ π. Ἐπιφανίου Θεοδωροπούλου

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ φυλάσσων τὸ ἔλεός Σου καὶ τὴν διαθήκην Σου τοῖς ἀγαπῶσί Σε καὶ φυλάσσουσι τὰ Σὰ προστάγματα, εὐχαριστοῦμέν Σοι ὑπὲρ τῶν φανερῶν καὶ ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. 


Δεόμεθά σου, Κύριε, ῥῦσαι ἡμᾶς καὶ λύτρωσαι, ὅτι πολλὰ τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καὶ ἐκολλήθη ἡ γαστὴρ ἡμῶν εἰς γῆν ἰλύος. 


Ἐγενήθημεν ὡσεὶ σκεύη ἀπολωλότα, καὶ ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διὸ παρακαλοῦμέν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὸ μέγα Σου ἔλεος. 





Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἣν περιεποιήσω τῷ Τιμίῳ Αἵματί Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων. Εἰπὲ οὖν, Κύριε, τῇ μαινομένῃ κατ᾿ αὐτῆς θαλάσσῃ τῶν παθῶν του κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου. 


Δὸς δή, φιλεύσπλαγχνε Κύριε, καὶ τοῖς ἁγίοις Σου Ἀρχιερεῦσι καὶ Ἱερεῦσιν, οὓς Πνεῦμα τὸ Πανάγιον ποιμαίνειν ἔθετο τὴν ἐπὶ γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τὸ διανοεῖσθαι καὶ πράττειν τὰ εὐάρεστά Σοι καὶ τῷ μυστικῷ Σου Σώματι συμφέροντα. 


Σὺ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καὶ δίδαξον καὶ φώτισον αὐτοὺς τοῦ ἀγαπᾶν ὑπὲρ τὰ πρόσκαιρα τὴν δόξαν Σου τὴν ἄφθαρτον· ὑπὲρ τὰ ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καὶ Ἐνοριῶν αὐτῶν, ὁρᾶν τὴν ἀμετάθετόν Σου Βασιλείαν, ἣν ἀπὸ καταβολῆς κόσμου ἡτοίμασας πᾶσι τοῖς ἀγαπῶσί Σε. 


Δὸς αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῷ τὸν τίμιον λαόν Σου, ἀεὶ δ᾿ ἑτοίμους εἶναι καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι ὑπὲρ τοῦ ποιμνίου ἑαυτῶν, κατὰ τὸ Σὸν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καὶ δόξης, ποίησον αὐτοὺς ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρὸς τὸν Οὐρανὸν τὸ φρόνημα αὐτῶν. 


Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τὰ ὄμματα· συνέτισον τὴν διάνοιαν· ταπείνωσον τὴν καρδίαν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἅγνισον καὶ ἀπόστρεψον τοῦ μὴ βλέπειν τῶν ὑλαίων τὴν ματαιότητα· εὐόδωσον δὲ πάντας ἡμᾶς τοῦ διανύσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην, ἵνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καὶ σὺν τοῖς Ἀγγέλοις Σου καὶ Ἀρχαγγέλοις ᾄδωμεν ᾆσμα καινὸν καὶ πανευφρόσυνόν Σοι τῷ Δεσπότῃ καὶ Ἁγίῳ Λυτρωτῇ ἡμῶν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.


---


Θεός κόραξ προφ.Ηλίας... (Ο Ηλίας δεν έβλεπε τον κόρακα, εάν είναι μαύρος ή ακάθαρτος, αλλά την τροφήν. Και ημείς μη βλέπωμεν, εάν ο ιερεύς είναι «μαύρος» έξωθεν, ίσως δε και έσωθεν, ως πολλάκις είναι δυνατόν να συμβαίνη καθ’ ο άνθρωπος, αλλά τι μας προσφέρει ο Θεός δι’ αυτού. 


Είχε και περιστεράς ο Θεός, αλλά τον κόρακα εξέλεξε, ίνα διδάξη ημάς. Δι’ αυτό, ας μη βλέπωμεν τις ο κομίζων, αλλά τις ο προσφέρων και τι το προσφερόμενον. Διότι ο θείος Χρυσόστομος δια τους μη εν τάξει ιερείς λέγει· «Ου πάντας χειροτονεί ο Θεός, αλλά δια πάντων ενεργεί»

Μη πλανώμεθα λοιπόν. Όργανον είναι ο ιερεύς εις τας χείρας του Κυρίου και ας το χρησιμοποιώμεν με πλήρη ταπείνωσιν, ότι εκ της χειρός του Κυρίου λαμβάνομεν, ό,τι λαμβάνομεν εκ του αμαρτωλού ίσως ιερέως, καθώς μας διδάσκει ο Προφήτης Ηλίας, όστις ελάμβανε εκ του ακαθάρτου κόρακος....)  

--- 


ο λειτουργός άγγελος


---


Επειδή ακούστηκε και ακούγεται κι αυτό, και δυστυχώς πιάνει τόπο σαν χολή και τάχα μου απλότητα και επανάσταση… : … π.Φιλόθεος Φάρος: «Τι σχέση έχει ο κλήρος με τα χρυσαφικά; Ο Χριστός κυκλοφορούσε ξιπόλητος»

Δυο σκέψεις…

αγ.Νικολάου Καβάσιλα... 
  
μέγας Βασίλειος με ''λαμπρά'' στολή ... και αγ.Εφραίμ σύρος... 



δεν είναι η στολή και τα άμφια, αλλά το περιεχόμενο. Μακάρι μέσα από αυτά τα έξω σχήματα, να μην αστοχούν οι επίσκοποί μας (κι όχι δεσποτάδες, ιερείς κι όχι παπάδες...) στα εντός. ... γιατί από ''τόπος και τύπος* Χριστού'' ο επίσκοπος καταντά σκέτος τύπος. ''Δουλειά'' μας η πνευματικοποίησίς μας... κι όχι η ιεροκατάκρισις τσουβαλάτα... (παρασέρνοντας τους πάντες) λόγω ''αμφίων...
  
---



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου