Σελίδες

Πέμπτη 20 Δεκεμβρίου 2018

μεγαλυνάρια Χριστουγέννων


Μεγάλυνον ψυχή μου, τήν τιμιωτέραν, καί ενδοξοτέραν τών άνω στρατευμάτων. 
Μεγάλυνον ψυχή μου, τόν εκ τής Παρθένου, Θεόν σαρκί τεχθέντα.
Μεγάλυνον ψυχή μου, τόν εν τώ Σπηλαίω, τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τών υπό τών Μάγων, Θεόν προσκυνηθέντα.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Μεγάλυνον ψυχή μου, τόν υπό Αστέρος, τοίς Μάγοις μηνυθέντα.

Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

Μεγάλυνον ψυχή μου, τήν αγνήν Παρθένον, τήν γεννησαμένην, Χριστόν τόν Βασιλέα.

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος. -- Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

- Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Σήμερον ἡ Παρθένος, τίκτει τόν Δεσπότην, ἔνδον ἐν τῷ σπηλαίῳ. Σήμερον ὁ Δεσπότης τίκτεται ὡς βρέφος, ὑπό Μητρός Παρθένου.Σήμερον οι Ποιμένες, βλέπουσι τόν Σωτήρα, σπαργάνοις ειλημένον, καί κείμενον εν Φάτνη.
Σήμερον ο Δεσπότης, ράκει σπαργανούται, ο αναφής ως βρέφος. Σήμερον πάσα κτίσις, αγάλλεται καί χαίρει, ότι Χριστός ετέχθη, εκ τής Παρθένου Κόρης.
Ουράνιαι Δυνάμεις τεχθέντα τόν Σωτήρα, Κύριον καί Δεσπότην, μηνύουσι τώ κόσμω. Μάγοι καί Ποιμένες, ήλθον προσκυνήσαι, Χριστόν τόν γεννηθέντα, εν Βηθλεέμ τή πόλει.

«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου»
Δόξα πατρί και υίώ και Αγίω πνεύματι.

Μεγάλυνον ψυχή μου, τής τρισυποστάτου, καί αδιαιρέτου, θεότητος τό κράτος.

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου
δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Καί νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν

Μεγάλυνον ψυχή μου, τήν λυτρωσαμένην, ημάς εκ τής κατάρας.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου