Εκ της Κυριακής του τεθεραπευμένου παραλύτου …
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ῎Εστι
δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ
Βηθεσδά, πέντε στοὰς ἔχουσα. ᾿Εν
ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων
τὴν τοῦ ὕδατος κίνησιν. ῎Αγγελος γὰρ κατὰ
καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς
μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ῏Ην δέ
τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν
ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι
πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις
ὑγιὴς γενέσθαι; ᾿Απεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν
κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς·
῎Εγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος,
καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ῏Ην δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
῎Ελεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ
τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. ᾿Απεκρίθη
αὐτοῖς· ῾Ο ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ
περιπάτει. ᾿Ηρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν
κράβαττόν σου καὶ περιπάτει; ῾Ο δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν
ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν
αὐτῷ· ῎Ιδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε,
ἵνα μὴ χεῖρόν σοί τι γένηται. ᾿Απῆλθεν
ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
---
Λίγο
πιο βαθειά από το φαινόμενον της κινητικότητος και της σαρκικής (όσης) υγείας
και μη παράλυσης (ή ανάποδα) , η ψυχή ζει στον κόσμο της. (σαρκικά υγιείς με
πνευματική παράλυση ή σαρκικά ασθενείς με πνευματική υγεία...).