Ἀπολυτίκιον Ἦχος β’. Τοῦ Προφήτου σου Ἡσαῒου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σε δυσωποῦμεν, Σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε. Ὡς σάλπιγξ πανεύσημος, μεγαλοφώνω φθογγή, τῷ κόσμῳ προήγγειλας, τὴν παρουσίαν Χριστοῦ, Προφῆτα θεσπέσιε, σὺ γὰρ τοῦ Παρακλήτου, ἑλλαμφθεῖς τὴ δυνάμει, κάλαμος ὀξυγράφος, τῶν μελλόντων ἐδείχθης, διὸ σὲ Ἠσαΐα, ὕμνοις γεραίρομεν.
Κοντάκιον Ἦχος β’. Τήν ἐν πρεσβείαις ἀκοίμητον. Τῆς Προφητείας τὸ χάρισμα δεδεγμένος, προφητομάρτυς Ἡσαΐα θεοκήρυξ, πᾶσιν ἐτράνωσας τοῖς ὑφ᾽ ἤλιον, τὴν τοῦ Θεοῦ φωνήσας μεγαλοφώνως σάρκωσιν· Ἱδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.
|