Πέμπτη 21 Ιουλίου 2022

Παναγία Αρβανίτισσα

Ἀπολυτίκιον

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἑλλάδος ἡ σκέπη, τῶν πιστῶν καταφύγιον, γένους τῶν Ῥωμηών, προστασία, Καρυών Χίου ἔφορος λαοῦ σου ἀντιλήπτωρ καὶ φρουρός. Παρθένε Ἀρβανίτισσα σὺ εἶ ὁρωμένη μετὰ σώματος ἐμφανῶς, καὶ ἐν πολέμοις σπεύδουσα. Χαίροις ἡ κηδεμὼν τῶν ἐν δεινοῖς, χαίροις τροφὸς ἡ εὔστοργος χαίροις, ἡ ἰλεούσα τὸν Θεὸν ὡς τούτου Μήτηρ Ἄχραντος.

 

Έτερον Ἀπολυτίκιον

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Καρυών νήσου Χίου σεπτὸν καλλώπισμα, Θεογεννῆτορ Παρθένε χριστιανῶν ἀρωγέ, πατριώτισσα Παρθένε, Ἀρβανίτισσα, ἡ προστατεύουσα πιστοὺς ἐξ ἐχθροῦ ἐπιβουλῆς καὶ ῥύουσα ἐκ κινδύνων τοὺς σοὶ προσφεύγοντας πίστει, σκέπε καὶ φρούρει τοὺς τιμῶντας σε.

 

Κοντάκιον

Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ῥωμηὼν τοῦ γένους ἣ προστάτις καὶ τὸ στήριγμα, Ὑπεραγία Θεοτόκε, Ἀρβανίτισσα, πατριώτισσα παρθένε, φρουρὲ τῶν Χίων καὶ ἁπάντων Ὀρθοδόξων φύλαξ ἄγρυπνε,

περιφρούρει τοὺς προστρέχοντας σὴ χάριτι καὶ κραυγάζοντας Χαῖρε, Μῆτερ πανθαύμαστε.

 

Έτερον Κοντάκιον

Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ῥωμηοσύνης στήριγμα καὶ προστασία, Χίου φύλαξ ἄγρυπνος, κόσμου παντός τε προσφυγή, τῶν δὲ πιστῶν εἰ κραταίωμα ὢ Παναγία, σεμνὴ Ἀρβανίτισσα.

 

Μεγαλυνάριον

Χάρις μεγαλείων ὑπερφυών, πλῆθός τε θαυμάτων Ἀρβανίτισσα Μαριάμ, ῥέει ἀκενώτως ἐκ θείας σου εἰκόνος· ἢν Χῖος νῦν κατέχει πλοῦτον ὡς ἄσυλον.

 

Έτερον Μεγαλυνάριον

Χαίροις τῶν μητέρων ἡ χαρμονή, χαίροις τῶν παρθένων ἡ ὑπέρκαλλος καλλονή, χαίροις γῆς ἁπάσης καὶ Οὐρανοῦ ἡ δόξα· ὦ Δέσποινα Ἀνύμφευτε Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Ἄνθη θεοδρέπτων ὑμνωδιῶν, δῶρα ὡς εὐώδη προσενέγκωμεν οἱ πιστοί, τῇ Ἀρβανιτίσσῃ Παρθένῳ Παναγίᾳ· αὐτὴν προσυπαντῶντες ἀγαλλιώμενοι.

 

Έτερον Μεγαλυνάριον

Ἰάσεις σωμάτων τε καὶ ψυχῶν, βλύζει ἀενάως ἡ εἰκών σου ἡ ἱερά, νῆσον δὲ τῆς Χίου πλουτεῖς ἐν εὐλογίαις· Παρθένε Ἀρβανίτισσα Θεονύμφευτε.

 

Έτερον Μεγαλυνάριον

Ῥάβδῳ εὐστοργίας σου μητρικῆς, τρίβον εἰς εὐθείαν σωτηρίου διαμονῆς, σὺ ἐν ἀσφαλείᾳ ἰθύνεις Παναγία· ὑψοῦσα ἐκ βαράθρων ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Ὅμιλος παρθένων πανευλαβῶς, ἄθροισμα πιστῶν τε Ὀρθοδόξων πᾶσα πληθύς, λόγοις ἐγκωμίων καὶ ὕμνοις εὐαρέστως· αἰνοῦσι Παναγίαν τὴν Ἀρβανίτισσαν.

 

Έτερον Μεγαλυνάριον

Ἴνδαλμα τῆς πλάνης τὸ εἰδεχθές, ἔῤῥιπται εἰς χάος καὶ συντέτριπται παντελῶς, σοῦ τῷ θείῳ τόκῳ καὶ κέρας ἀληθείας· ἠνόρθωται ἐνδόξως ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Σέλας ἡλιόμορφον καὶ τερπνόν, εἴδομεν Παρθένε Ἀρβανίτισσα διὰ Σοῦ, ἄρχοντα τεκοῦσα και ποιητὴν τῶν φώτων· αὐγάζεις γὰρ τοῦ κόσμου ἅπαν τὸ πλήρωμα.

 

Έτερον Μεγαλυνάριον

Χίος μεγαλόνησος καθορᾷ, σοῦ τὴν παρουσίαν Ἀρβανίτισσαν Μαριάμ, ἅμα τε συγχαίρει τῶν Καρυῶν χωρίον· Ἑλλάς τε πᾶσα στέργει τὴν προστασίαν σου.

 

Έτερον Μεγαλυνάριον

Ἵλαθι Παρθένε ὡς συμπαθής, βλέψον εἰς λαόν σου τὸν ἐλπιζοντα ἐπὶ σέ, δίδου σῆς προνοίας τὰς δωρεὰς ἀφθόνως· καὶ σκέπε σοὺς ἱκέτας ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Ὅρμον εἰς ἀκύμαντον τοῦ Χριστοῦ, ἴθυνον σοὺς δούλους Ἀρβανίτισσα Μαριάμ, πᾶσι δὲ καρδίαν γαληνιῶσαν δίδου· καινίζουσα τὴν χάριν τὴν εἰρηνόμορφον.

 

Έτερον Μεγαλυνάριον

Ὕψος παρθενίας σου ἐξυμνῶ, βάθος σῆς ἁγνείας Ἀρβανίτισσα εὐφημῶ, μέλπω σῶν χαρίτων τὸ πέλαγος τὸ μέγα· καὶ πλῆθος σῶν θαυμάτων τὸ ἀπροσμέτρητον.

 

Έτερον Μεγαλυνάριον

Ἔρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰκουμένης καὶ ἀπόρθητον ὀχυρόν, σθένος πολεμούντων καὶ νίκη τῶν ἀθλούντων· σὺ εἶ ἀδιαψεύστως ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Φάλαγγες δαιμόνων αἱ ζοφεραί, ἥττηνται Παρθένε Ἀρβανίτισσα σῷ φωτί, πρόσωπα πιστῶν τε λαμπρύνονται σῇ δόξῃ· καὶ τάξεις τῶν Ἀγγέλων συνεπαγάλλονται.

 

Έτερον Μεγαλυνάριον

Ὄμματα καρδίας μετὰ σπουδῆς, αἴρομέν σοι Κόρη Ἀρβανίτισσα δουλικῶς, σοῦ τὴν συμμαχίαν αἰτούμενοι ἐν πίστει· καὶ ῥώμῃ πεποιθότες τῆς σῆς δυνάμεως.

 

Έτερον Μεγαλυνάριον

Ῥόδον τὸ ἀμάραντον καὶ τερπνόν, ᾔνθησας Παρθένε Ἀρβανίτισσα τὸν Χριστόν, οὗ ταῖς ἀποῤῥήτοις καὶ θείαις εὐωδίαις· εὐφραίνονται καρδίας τὰ αἰσθητήρια.

 

Έτερον Μεγαλυνάριον

Ἔχουσι Ναόν σου τὸν ἱερόν, Καρυαὶ τῆς Χίου ὡς θεόκτιστον θησαυρόν, ἅμα τε εἰκόνα πλουτοῦσι σου ἁγίαν· χρυσοῦ τιμιωτέραν ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Ἴδε τὴν πενίαν μου Μαριάμ, βλέψον εὐτελείας τῆς πολλῆς μου ἐν οἰκτιρμοῖς, πλοῦτον μοι παράσχου τῆς σῆς ἀγαθωσύνης· ὡς Μήτηρ τοῦ ἐλέους ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παραδείσου ἡ εὐφρόσυνος ἀπαρχή, χαίροις σωτηρίας ἡ ἀληθὴς αἰτία· βεβαίωσις ἐλπίδος ὦ Ἀρβανίτισσα.

 

Έτερον Μεγαλυνάριον

Πᾶσαι τὡν Ἀγγέλων οἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Έτερον Μεγαλυνάριον

Χαίροις, εὖχος Χίου τῶν Καρυών, χαίροις, Θεοτόκε, Ἀρβανίτισσα θαυμαστή, χαίροις, χριστωνύμους ἡ ἀκλινὼς φρουροῦσα καὶ σκέπουσα ἀπαύστως ὡς πατριώτισσα.


παρακλητικός Παναγίας αρβανίτισσας


Σύναξη της Παναγίας της Αρβανίτισσας στην Χίο (+ αναλήψεως και αγιορειτών πατέρων) 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου