Ο
Ἀπόστολος
Προς Εβραίους επιστολή Παύλου (θ΄ 1-7)
Ἀδελφοί, εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα
λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία
καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.
Μετὰ δὲ τὸ δεύτερον
καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν
χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ
αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον·
περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ
ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ
ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Το Ευαγγέλιο: Κατά Λουκάν (ι΄ 38-42, ια΄ 27-28)
Τῷ
καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.
Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας
τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.
Ἡ
δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι
ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·
ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται
ἀπ᾿ αὐτῆς.
Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ·
μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε
μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ
καὶ φυλάσσοντες αὐτόν.
---
Αφού
η Βασιλεία του Θεού εντός ημών εστί, αφού η Γέννησις Του Κυρίου πρέπει να
επιτελεστεί εντός ημών, όπως …ακούμε τον άγιο Συμεών τον νέο θεολόγο, να
παρατηρεί: Ότι και πάντες οι Άγιοι τον
Λόγον του Θεού εν εαυτοίς συλλαμβάνουσι τη Θεοτόκω παραπλησίως και γεννώσιν
αυτόν και γεννάται εν αυτοίς και γεννώνται υπ’ αυτού και πως υιοί και αδελφοί
και μητέρες αυτού χρηματίζουσιν.
Αφού ομολογούμε… «Τί σοι προσενέγκωμεν Χριστέ,
ὅτι ὤφθης ἐπὶ γῆς ως ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων
κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα,
οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον· ὁ πρὸ αἰώνων
Θεὸς ἐλέησον ἡμᾶς.»… Ο Θεός ‘’πρέπει’’ να συλληφθεί ΕΝΤΟΣ. Να παρουσιάσουμε
Μητέρα Παρθένο ΕΝΤΟΣ, να Την εισάγουμε στα άγια των αγίων (της καρδίας μας)
στην βαθεία καρδία, μετὰ δὲ τὸ δεύτερον
καταπέτασμα σκηνὴ. [καταβασίες - αναβασίες Χριστουγέννων (πέραν της ψαλτικής)]
Να σκηνώσει [αμήν ελθέ και (προκατα)σκήνωσον εν ημίν, ω Σκηνή του Θεού και Λόγου]. Να ακινητήσει σαν
την άλλη Μαρία, την αδελφή της Μάρθας στην οποία ανήκει ο οίκος, να την θρέψει
ο άγγελος, να ασκηθεί νηπτικώς για να είναι έτοιμη να φιλοξενήσει ως χωροχρονικό
ένοικον Τον Άναρχο και υπεράνω χώρου Θεό Λόγο…. και εφεξής εκδηλώνεται και
ενεργεί δι ημών.
Με,
όλα τα παραπάνω ευκτέα, αλλά μόνο δια της πεπατημένης ησυχαστικής και νηπτικής
(ορθοδόξου) Οδού, να λαμβάνουν σάρκα και οστά. Αμήν δι ευχών, ‘’καλά’’
Χριστούγεννα. Παρόντα Χριστό στην τετράγωνη φύση και πεμπτουσία μας… νου
και χου.
…Ἅγνιζε
καὶ κάθαρε καὶ ῥύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου,
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος…
Νάρθει
το ένα πυρ, να διώξει το άλλο.
Περὶ ἀφθάρτου
ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης. (βαθμίδα ιε’ περί
αγνείας – αγ.Ιωάννου Σιναΐτου)
2.
(880.) Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως ὑπὲρ φύσιν ὑπερφυὴς
ἄρνησις· καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ παράδοξος ὄντως ἅμιλλα· ἁγνός ἐστιν ὁ ἔρωτι ἔρωτα διακρουσάμενος,
καὶ πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας….
---