Δευτέρα 5 Δεκεμβρίου 2022

τμήμα κανόνος αγ.Σάββα

Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον. 

Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι' ἐγκρατείας ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε. 

Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως. 

Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα. 

Ἀκατασχέτοις καθ' ἡμῶν θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας 

Μυρίζει σου θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς

υἱούς, σὲ περιεστώτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε, τὴν Ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον τερπνότητα. 

Ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, διψῶσα εἰς ἕλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς· ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν, χώρα Ἰορδάνου, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσι. 

Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε· τὸν γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν τούτου ζωηφόρον, Παμμάκαρ ἐμιμήσω, ὡς δυνατὸν σοι ἁγιότητα. 

Πλουσίως Θεοφόρε λάμπων φωτί, καὶ χορείας Ἀγγέλων θεώμενος, φωτοειδεῖς, περιπολευούσας τὸ τρισσὸν φῶς, καὶ δεχομένας χάριτι, τὰς τῆς θεοπτίας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε. 

Ὡράθης Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

  


παρακλητικός αγ.Σάββα

βίος αγίου Σάββα



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου