ΚΥΡΙΑΚΗ ΤΕΛΩΝΟΥ και ΦΑΡΙΣΑΙΟΥ ...Φαρισαίου φύγωμεν υψηγορίαν, και Τελώνου μάθωμεν, το ταπεινόν εν στεναγμοίς, προς τον Σωτήρα κραυγάζοντες. Ίλαθι μόνε, ημίν ευδιάλλακτε.
ΚΥΡΙΑΚΗ του ΑΣΩΤΟΥ ...Της πατρώας δόξης Σου, αποσκιρτήσας αφρόνως, εν κακοίς εσκόρπισα, όν μοι παρέδωκας πλούτον. όθεν σοι, την του Ασώτου φωνήν κραυγάζω. Ήμαρτον, ενώπιόν σου Πάτερ οικτίρμον, δέξαι με μετανοούντα, και ποίησόν με, ως ένα εκ των μισθίων σου.
ΚΥΡΙΑΚΗ της ΚΡΙΣΕΩΣ ...Όταν έλθεις ο Θεός, επί γης μετά δόξης, και τρέμωσι τα σύμπαντα, ποταμός δε του πυρός, προ του βήματος έλκη, και βίβλοι ανοίγονται, και τα κρυπτά δημοσιεύονται. τότε ρύσαι με, εκ του πυρός του ασβέστου, και αξίωσον, εκ δεξιών σού με στήναι, Κριτά δικαιότατε.
ΚΥΡΙΑΚΗ μνήμης της Εξορίας του ΑΔΑΜ
... Εκάθισεν Αδάμ, απέναντι του Παραδείσου, και την ιδίαν γύμνωσιν θρηνών ωδύρετο. Οίμοι, τον απάτη πονηρά πεισθέντα, και κλαπέντα, και δόξης μακρυνθέντα! Οίμοι τον απλότητι γυμνόν, νυν δε ηπορημένον! Αλλ' ώ Παράδεισε, ουκέτι σου της τρυφής απολαύσω, ουκέτι όψομαι τον Κύριον και Θεόν μου και Πλάστην' εις γην γαρ απελεύσομαι εξ ης και προσελήφθην. Ελεήμον, Οικτίρμον, βοώ Σοι' ελέησόν με τον παραπεσόντα.
(Στὰς πρὸ τῆς Δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ) Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (εκ της προηγιασμένης ακολουθίας).

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου