Εμφάνιση αναρτήσεων με ετικέτα ικεσία και προσευχή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ικεσία και προσευχή. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 26 Ιανουαρίου 2019

ικεσία και συντριβή...

Κύριε,

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.
Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί, ἀλλ' αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.

Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψίν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.

Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς. ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.
Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν. ἀλλ' αὐτὴν πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.