Τὸν
φωτεινὸν τῆς Νηστείας, ἐνδυθέντες χιτῶνα, κραιπάλης σκοτεινὸν καὶ δυσαχθές, ἀποδυσώμεθα
ἔνδυμα, καὶ φαιδροὶ γεγονότες, ταῖς θείαις ἀρεταῖς τὰ φωταυγῆ, τοῦ Σωτῆρος ἐν πίστει,
ὀψόμεθα παθήματα.
Ἐν τῷ ὄρει τῷ Χωρήβ, τῇ νηστείᾳ καθαρθείς,
εἶδε Θεὸν Ἠλίας, καθαρθῶμεν καὶ ἡμεῖς, νηστείᾳ τὴν καρδίαν, καὶ ὀψόμεθα
Χριστόν.
(αμήν όραση και ακρόαση,
ως αύρα λεπτή…)
Ἡμέρα μία μὲν φησί, βίος ὅλος γηγενῶν, τοῖς
κάμνουσιν ἐκ πόθου, τεσσαράκοντα εἰσίν, ἡμέραι τῆς Νηστείας, ἃς τελέσωμεν φαιδρῶς.
Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης,
ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων,
καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς.
... ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ (και λοιπά αναγνώσματα από εσπερινό συγγνώμης, όρθρου...)
Τροπάριον τῆς
Προφητείας
Ἦχος πλ. α'
Κύριε, Κύριε, ὃν
πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου τῆς δυνάμεώς σου, σοὶ προσπίπτομεν Ἀθάνατε,
σοῦ δεόμεθα Ἅγιε. Σῶσον τὰς ψυχὰς ἡμῶν, πρεσβείαις τῶν Ἁγίων σου. (Δίς)
Προκείμενον Ἦχος
δ' Ψαλμὸς α'
Γινώσκει Κύριος ὁδὸν
δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Στίχ. Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν
βουλῇ ἀσεβῶν.
Προφητείας Ἡσαΐου
τὸ Ἀνάγνωσμα (Κεφ. Α', 1-20)
Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε
κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ,
καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος
ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον,
καὶ ὄνος τήν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ
συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι!