Τῇ φωταυγείᾳ τοῦ Ἁγίου
Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν
τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας
Διδάσκαλον.
Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι' ἐγκρατείας ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε.
Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως.
Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα.
Ἀκατασχέτοις καθ' ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.
Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς