Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
ΙΩΑΝΝΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ
Εἰς τὴν ἁγίαν καὶ λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καὶ σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀναστασεως.
Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως, Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον. Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης. Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κᾀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὰ ἔργα