Κυριακή, 24 Σεπτεμβρίου 2017

Παναγία Μυρτιδιώτισσα

Τέρας νεουργόν εὐλογῶ τῆς Παρθένου.
Ἔσφιγξε καί γάρ νῦν μέλη παρειμένα.
Εἰκάδι ἀμφί τετάρτῃ ἔῤῥωται παράλυτος.


Ο Υμνογράφος αείμνηστος Σοφοκλής Καλούτσης αφιέρωσε ολόκληρον οικον στους χαιρετισμούς της Μυρτιδιώτισσας, για να Την  εξυμνήσει.

«Χαίρε η λήξις της ανομβρίας
Χαίρε η παύσις της λειψυδρίας
Χαίρε υετόν δαψιλή καταπέμπουσα
Χαίρε ουρανόθεν την γην η δροσίζουσα...»

Ὕμνοι Δοξολογικοί καί Παρακλητικοί εἰς τήν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,* ὧν ἡ ἀκροστιχίς˙ Μητρόθεε διάσωσον

Μητρόθεε Ἄνασσα Οὐρανοῦ,
ὄντως Πλατυτέρα, καί Ἀγγέλων
φωτοειδῶν, τῶν ἀκαταπαύστως,
ὑμνούντων τήν σήν δόξαν,
Δέσποινα καί Κυρία, Θεομακάριστε.

Ηλίου τῆς δόξης τοῦ νοητοῦ, τῆς
Δικαιοσύνης ἀπαστράψαντος τοῖς
ἐν γῇ, τοῦ πάντων Δεσπότου, Κυρίου
καί Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως,
ἡ Παμμακάριστος.


Τεκοῦσα ἀφράστως τόν σόν
Υἱόν, τόν Παντευεργέτην καί Σωτῆρα
καί Λυτρωτήν τόν κόσμον λυτροῦσαι,
παθῶν καί καχεξίας, ὡς πάντων
ὑπερτέρα, Μυρτιδιώτισσα.

Ρᾶνον θείοις μύροις τόν
σόν λαόν, ἡ ἐν μυρτιδίοις ἀνατείλασα θαυμαστῶς,
ἁγίᾳ Εἰκόνι, θαυματουργῷ καί θείᾳ, καί
δίδου τήν σήν χάριν,
Μυρτιδιώτισσα.

Οἱ ἔχοντες σκέπην σήν κραταιάν,
σεμνύνονται πάντες καί καυχῶνται
κατά Θεόν, σέ ἔχοντες τεῖχος, καί
θείαν προστασίαν, σεισμῶν πυρός
καί βλάβης, διαφυλάττουσαν.

Θεράπευσον Κόρη σούς ὑμνητάς,
ψυχῶν τε τάς νόσους, καί σωμάτων
τάς χαλεπάς, καί ἴασαι Μῆτερ, κακῶν
καί ἀσθενείας, δεινῶν ἀρρωστημάτων,
Μυρτιδιώτισσα.

Εκ πάσης ἀνάγκης καί πειρασμῶν,
χαλεπῶν κινδύνων ἐπῃρείας τοῦ πονηροῦ,
ρῦσαι νεολαίαν δεινῶς κλονιζομένην,
καί δοκιμαζομένην,
Μυρτιδιώτισσα.

Εξελε τούς νέους Μῆτερ Θεοῦ,
παθῶν καί κινδύνων πολυτρόπων
παντοδαπῶν, κράτυνον τήν πίστιν
τά ἤθη καί τό σέβας, θείᾳ κληρονομίᾳ,
Μυρτιδιώτισσα.

Δεσμῶν ἁμαρτίας φθοροποιῶν,
καί πάσης κακίας καταχρήσεων
συμφορῶν, καί λευκοῦ θανάτου,
ἐκλύτρωσαι Παρθένε, φιλτάτην νεολαίαν,
Μυρτιδιώτισσα.

Ιλέῳ σου ὄμματι στοργικῷ,
καί σῇ εὐσπλαγχνίᾳ διαφύλαττε
μητρικῇ, τάς νήσους Κυθήρων
καί τῶν Ἀντικυθήρων, σεισμῶν
πυρός μαχαίρας, Μυρτιδιώτισσα.

Αγάπην ὁμόνοιαν καί στοργήν,
παράσχου συζύγοις καί γονεῦσι
Μῆτερ Θεοῦ, καί δίδου πλουσίως,
χαράν καί εὐφροσύνην, πιστότητα εἰρήνην,
Μυρτιδιώτισσα.

Σεισμοῦ διασῴζουσα φυσικοῦ,
σεισμικάς δονήσεις σύ ἀπότρεψον
ἠθικάς, καί ἐκ ναυαγίων, οἰκογενείας σῷζε, φρίκης διαζυγίων,
Μυρτιδιώτισσα.

Ω Μῆτερ τοῦ Λόγου καί Λυτρωτοῦ,
σήν χάριν αἰτοῦμεν
ἐκκαρδίας τε καί ψυχῆς, μετάνοιαν
δοῦναι, σοῖς δούλοις ἀναξίοις,
οἰνοποσίας πάθους, σύ ἀπαλλάττουσα.

Σωτῆρα ἡ τέξασα καί Θεόν,
παντοίων κινδύνων διασῴζεις
καί συμφορῶν, αἱρέσεως πλάνης,
σχίσματος τῆς μανίας,
ἐν τάχει ἀπαλλάττεις,
Μυρτιδιώτισσα.

Ο πάντων ἁγίων τάς ἀρετάς,
ἀεί ὑπερβαίνων ὡς ὁ Κύριος καί
Θεός, Μητέρα σου θείαν, σεμνήν
Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦσαν,
Μυρτιδιώτισσαν.


Νεότητα σῴζουσα ὦ Ἁγνή,
ἀνθρώπους ὡρίμους, οἴκους
νέους θεοσεβεῖς, καί τίμιον
γῆρας, διαφυλάττειν σπεύδεις,
Κυρία τῶν Ἀγγέλων,
Μυρτιδιώτισσα.

*Οἱ ὕμνοι οὗτοι, συντεθέντες χάριτι Θείᾳ καί εὐδοκίᾳ τῆς Παναχράντου διά τήν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς καί λοιπῶν κινδύνων, ὑπό τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ἰούνιος 2006), ψάλλονται μετά τά Μεγαλυνάρια τῆς Ἱερᾶς Παρακλήσεως καί κατά τάς ἱεράς λιτανεύσεις τῆς ἁγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης. 

Ἀπολυτίκιον
Ἦχος δ’.
Λαοί νῦν κροτήσωμεν, δεῦτε τάς χεῖρας πιστῶς καί ἄσωμεν ἄσμασι τῇ Θεομήτορι ἐν πόθῳ κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων Χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ τήν ἴασιν βραβεύσασα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς κρήνη ἀκένωτος, τῶν παρὰ σοῖ ἀγαθῶν, Εἰκών σου ἡ πάνσεπτος, τοὶς Κυθηρίοις Ἁγνή, ἐδόθη κραυγάζουσι, χαῖρε ἡ προστασία, πάντων τῶν δεομένων χαῖρε ἡ σωτηρία, τῶν τιμώντων σὲ πόθω, χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύουσα.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσπελάσωμεν Ὡς χορηγούσῃ δαψιλῶς πᾶσιν ἰάματα, Ἀναμέλποντες ἐφύμνια μετὰ πόθου. Ἀλλ’ ὡς ἤγειρας παράλυτον, Θεόνυμφε, Ἀπὸ πάσης ἡμᾶς ῥῦσαι περιστάσεως Τοὺς σοὶ κράζοντας· χαῖρε δόξα παγκόσμιος.

Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς α΄ Στιχολογίας,
Δεῦτε πάντες οἱ πιστοί, δεῦτε θεάσασθε θερμῶς θαῦμα παράδοξον καί γάρ, σήμερον ἔλαμψεν ἡμῖν, ἐν τῇ πανσέπτῳ καί τεσσαρακονθημέρῳ ἡμέρᾳ τῆς ἁγνῆς θείας κοιμήσεως, ἐν ᾗ λαμπρῶς τελοῦμεν τήν πανήγυριν, πᾶς ὁ λαός καί παῖδες τῶν Κυθηραίων· καί γάρ Παράλυτον ἤγειρεν ἡ Θεοτόκος, ἐν τῷ ἁγίῳ τῶν Μυρτιδίων Ναῷ αὐτῆς.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τό προσταχθέν.
Τῆς β΄ Στιχολογίας
Τῶν Ὀρθοδόξων ὁ πιστός σύλλογος θεῖος ἐν τῷ πανσέπτῳ σου Ναῷ, Κόρη πανάχραντε, μετά πόθου προθύμως νῦν προσπελάζων, Παρθένε Μήτηρ Κυρίου κράζει θερμῶς. Ἐν ὥρᾳ τῆς καταδίκης τε καί ὀργῆς, τῆς μελλούσης Κολάσεως, λύτρωσαι πάντας τούς πιστούς, καί σωτηρίαν δώρησαι τοῖς πιστῶς προσκυνοῦσί σε.

Ἕτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη εὐλαβῶς, τῶν Κυθηραίων ὁ λαός καί ἐλάμβανεν εἰς νοῦν, τῶν ἀκενώτων δωρεῶν, πηγήν σε εἶναι, Θεόνυμφε καί Παρθένε, ἄνανδρον, Παρθένον καί πανέντιμον, πύλην κεκλεισμένην Θεοῦ ἡμῶν καί ἱερόν παλάτιον τοῦ Λόγου καί πλάστου Πατρός τοῦ ὑψίστου, τοῦ γεννηθέντος σπέρματος δίχα, ἐκ τῆς νηδύος σοῦ τῆς θεόπαιδος.

Ὁ Οἶκος
Ἄγγελοι ἀοράτως, καί βροτῶν πᾶσα φύσις, συμφώνως ἀνυμνήσωμεν πάντες, τήν πανθαύμαστον Θεοτόκον ἁγνήν· πολλῶν γάρ θαυμάτων αὐτουργός πέφηνε, καί ταύτην χαρμοσύνως εὐφημήσωμεν, πιστῶς βοῶντες.

Χαῖρε Παρθένε Μῆτερ Κυρίου.
Χαῖρε ἀρχή Μυστηρίου θείου.
Χαῖρε ἀνομβρίας αὐχμόν καταπαύουσα.
Χαῖρε ἐναντίους ἐχθρούς καταθραύουσα.
Χαῖρε ὅτι τόν παράλυτον καθυγείωσας λαμπρῶς.
Χαῖρε ὅτι τῶν προσφύγων σου προστατεύεις ἐναργῶς.
Χαῖρε ὅτι τῶν Κυθηραίων πέλεις καύχημα πάντων.
Χαῖρε παντός τοῦ κόσμου ὑπερμέγιστον θάμβος.
Χαῖρε δι’ ἧς ἡ χαρά ἐπέλαμψε.
Χαῖρε δι’ ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε ἁγνή ἀσθενῶν ἰατρεία.
Χαῖρε πάντων τῶν πιστῶν σωτηρία.
Χαῖρε δόξα παγκόσμιος.

Μεγαλυνάριον
Ὤφθης τῶν Κυθήρων καταφυγή, ἐξαιρέτῳ τρόπῳ, ἀναβλύζουσα ἐν αὐτοῖς, ἐκ τῆς σῆς Εἰκόνος, προνοίας σου τὰ ῥεῖθρα, ὦ Κεχαριτωμένη· διὸ ὑμνοῦμέν σε.

Ἕτερον Μεγαλυνάριον
Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός καί καύχημα μέγα καί γλυκεῖα καταφυγή. Χαίροις, Ὀρθοδόξων ταχεῖα προστασία, εὐλογημένη Κόρη Μυρτιδιώτισσα.

Ἕτερον Μεγαλυνάριον
Πάλαι ὡς ἀνεῦρε τῆ Σῆ ὀμφῆ, ἐν κλάδοις μυρσίνης τήν Εἰκόνα Σου τήν σεπτήν ὁ ποιμήν, Παρθένε, ἐν εὐφροσύνῃ θείᾳ, αὐτήν Μυρτιδιώτισσαν ἐπωνόμασε.

Ἕτερον Μεγαλυνάριον
Νόσους θεραπεύεις τάς χαλεπάς, κεραυνούς διώκεις, ἀνομβρίαν λύεις δεινήν, ὡς ὄντως μεγίστη ἡ δόξα καί ἡ χάρις καί ἡ σεπτή Σου κλῆσις, Μυρτιδιώτισσα.

Ἕτερον Μεγαλυνάριον
Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις θεῖος οἶκός Σου καί σεπτός, ψυχῶν γάρ ἰᾶται καί τῶν σωμάτων πάθη, τῆ Σῆ ἐπιστασίᾳ, Μυρτιδιώτισσα.

Ἕτερον Μεγαλυνάριον
Ἅπαντας προφθάνεις ὡς συμπαθής, τούς ἐν τοῖς κινδύνοις καί τούς πέλας καί τούς μακράν καί τούτοις παρέχεις βοήθειαν ταχεῖαν, ὑμνοῦντας Σου τήν χάριν, Μυρτιδιώτισσα.

Ἕτερον Μεγαλυνάριον
Τούς ἐξαιτουμένους ἀπό ψυχῆς, τῆς Σῆς Θεοτόκε, ἀντιλήψεως τήν ἰσχύν, σῶζε πάσης βλάβης καί πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.

πηγή

---

ΠΡΟΣΕΥΧΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου