Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
Κύριέ μου Κύριε, γλυκύτατέ μου Ἰησοῦ Χριστέ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ
μετανοῶν ἐπί κακίαις ἀνθρώπων· ἐμὲ μετανοοῦντα ἀρτίως καὶ πίστει προσερχόμενον ὑπόδεξαι, καὶ ἐλέησόν με τὸν
ἁμαρτωλόν, τὸν ἄσωτον, τὸν παμβέβηλον, τὸν πανάθλιον, τὸν βλάσφημον, τὸν ἐπίορκον, τὸν ψεύστην, τὸν λοίδορον, τὸν ὑβριστήν, τὸν κατάλαλον, τὸν ὀργίλον, τὸν μνησίκακον, τὸν φθονερόν, τὸν σκανδαλοποιόν, τὸν ἄσπλαγχνον, τὸν ἀνελεήμονα, τὸν φιλοκτήμονα, τὸν φιλόδοξον, τὸν φιλήδονον, τὸν γαστρίμαργον, τὸν μέθυσον, τὸν ῥᾴθυμον, τὸν γελωτοποιόν, τὸν μετεωριστήν, τὸν κενόδοξον, τὸν ὑπερήφανον, τὸν καταφρονητὴν τῶν θείων σου ἐντολῶν· καὶ μὴ διὰ τὸ
πλῆθος τῶν τοσούτων μου ἐγκλημάτων, τῷ πλήθει ὑποβάλῃς με
τῶν κολάσεων. Ἀλλά,σὺΚύριεἸησοῦὁ Θεόςμου,
ὁ μακρόθυμος καὶ οἰκτίρμων, οἰκτείρησον τὴν ἐμὴν καρδίαν, τὴν