Ἱερεύς: Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων καὶ ἵνα τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἂν οἵ τε ζῶντες καὶ οἱ ἐπ' ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καὶ δοξολογίαν σοὶ ἀναπέμπωμεν τῷ κραταιῷ Βασιλεῖ τῶν αἰώνων εἰς τοὺς αἰῶνας. Ἀμήν.
πηγή
---
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ προστασία.
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧
Χαῖρε Σκέπη ὁλόφωτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου